Παρασκευή 14 Μαρτίου 2025

Β’ Στάση Χαιρετισμών της Υπεραγίας Θεοτόκου στην Ι.Μ. Μαρίτσης Αχαΐας φωτό & βίντεο

 


ΣΤΑΣΙΣ Β'
 ῎Ηκουσαν οἱ ποιμένες τῶν ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα͵ ἣν ὑμνοῦντες εἶπον·
 Χαῖρε͵ ἀμνοῦ καὶ ποιμένος μήτηρ·
 χαῖρε͵ αὐλὴ λογικῶν προβάτων· 
Χαῖρε͵ ἀοράτων εχθρῶν ἀμυντήριον· 
χαῖρε͵ παραδείσου θυρῶν ἀνοικτήριον· 
Χαῖρε͵ ὅτι τὰ οὐράνια συναγάλλονται τῇ γῇ·
 χαῖρε͵ ὅτι τὰ ἐπίγεια συγχορεύουσι ουρανοῖς·
 Χαῖρε͵ τῶν ἀποστόλων τὸ ἀσίγητον στόμα·
 χαῖρε͵ τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος· 
Χαῖρε͵ στερρὸν τῆς πίστεως ἔρεισμα·
 χαῖρε͵ λαμπρὸν τῆς χάριτος γνώρισμα·
  Χαῖρε͵ δι΄ ἧς ἐγυμνώθη ὁ Ἅδης· 
χαῖρε͵ δι΄ ἧς ἐνεδύθημεν δόξαν· 
Χαῖρε͵ νύμφη ἀνύμφευτε. Θεοδρόμον ἀστέρα θεωρήσαντες μάγοι τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν͵ δι΄ αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον ἐχάρησαν αὐτῷ βοῶντες· Ἀλληλούϊα.
 Ἴδον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς Παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν͵ εἰ καὶ δούλου ἔλαβε μορφήν͵ ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ εὐλογημένῃ·
 Χαῖρε͵ ἀστέρος ἀδύτου μήτηρ· χαῖρε͵ αὐγὴ μυστικῆς ἡμέρας· χαῖρε͵ τῆς ἀπάτης τὴν κάμινον σβέσασα· 
χαῖρε͵ τῆς Τριάδος τοὺς μύστας φωτίζουσα· 
χαῖρε͵ τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε͵ Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν·
 χαῖρε͵ ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας·
 χαῖρε͵ ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων·
 χαῖρε͵ πυρὸς προσκύνησιν παύσασα·
 χαῖρε͵ φλογὸς παθῶν ἀπαλλάττουσα· 
χαῖρε͵ πιστων ὁδηγὲ σωφροσύνης·
 χαῖρε͵ πασῶν γενεῶν εὐφροσύνη·
 Χαῖρε͵ νύμφη ἀνύμφευτε. 
 Κήρυκες θεοφόροι γεγονότες οἱ μάγοι ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα͵ ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν͵ ἀφέντες τὸν Ἡρώδη ὡς ληρώδη μὴ εἰδότα ψάλλειν· Ἀλληλούϊα.
 Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης͵ Σωτήρ͵ μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν· οἱ τούτων δὲ ῥυσθέντες εβόων πρὸς τὴν Θεοτόκον·
 Χαῖρε͵ ἀνόρθωσις τῶν ἀνθρώπων·
 χαῖρε͵ κατάπτωσις τῶν δαιμόνων·
 Χαῖρε͵ τῆς ἀπάτης τὴν πλάνην πατήσασα· 
χαῖρε͵ τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα·
 Χαῖρε͵ θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· 
χαῖρε͵ πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν·
 Χαῖρε͵ πύρινε στύλε ὁδηγῶν τοὺς ἐν σκότει·
 χαῖρε͵ σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης·
 Χαῖρε͵ τροφὴ τοῦ μάννα διάδοχε· χαῖρε͵ τρυφῆς ἁγίας διάκονε· Χαῖρε͵ ἡ γῆ ἡ τῆς ἐπαγγελίας·
 χαῖρε͵ ἐξ ἧς ῥέει μέλι καὶ γάλα·
 Χαῖρε͵ νύμφη ἀνύμφευτε.
 Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος͵ ἐπεδόθης ὡς βρέφος αὐτῷ͵ ἀλλ΄ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν κράζων· Ἀλληλούϊα.

























Βίντεο: 




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.